Παρακλητικός Κανών στους Αρχαγγέλους Μιχαήλ και Γαβριήλ

agiologikoagioi

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τούς Πρωτοστάτας Οὐσιῶν τῶν αὔλων, καί καταυγάζοντας φωτί πάσαν Κτίσιν, τῆς Τρισηλίου δόξης καί Θεότητος, ἅπαντες τιμήσωμεν, Ἀρχαγγέλους τούς θείους, πρός αὐτούς
κραυγάζοντες, ἐν ψυχή τεθλιμμένη, ὤ Ταξιάρχαι αὔλων Οὐσιῶν, πάσης ἠμᾶς περιστάσεως ρύσασθε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀπολυτίκιον Ἦχος δ΄
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς, ἠμεῖς οἱ ἀνάξιοι, ἴνα ταῖς ὑμῶν δεήσεσι τειχίσητε ἠμᾶς, σκέπη τῶν πτερύγων τῆς αὔλου ὑμῶν δόξης, φρουροῦντες
ἠμᾶς προσπίπτοντας, ἐκτενῶς καί βοώντας. Ἐκ τῶν κινδύνων λυτρώσασθε ἠμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. χριστιανος.gr

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν, ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ Σύ προίστασο πρεσβέβουσα, τίς ἠμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων: Τίς δέ διεφύλαξεν
ἕως νῦν ἐλευθέρους: Οὐκ ἀποστῶμεν, Δέσποινα ἔκ Σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. χριστιανος.gr

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ὁ κανών
Ὠδή ἅ΄ Ὑγρᾶν διοδεύσας
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Ἁγίων Ἀγγέλων ὡς ἀρχηγοί, καί τῆς θεοπτίας ἀπολαύοντες τηλαυγῶς, τόν Ἀγαθοδότην καί Σωτήρα ὑπέρ ἠμῶν καθικεταύσατε.
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Ἀπαύστως δοξάζουσι σέ πιστῶς, Ἀσωμάτων Δῆμοι, ἐνηδόμενοι κάλλει τῷ σῶ, καί τή ἀκορέστω αἴγλη, Σῶτερ, αὐτῶν πρεσβείαις ἠμᾶς κατοικτείρησον.
Δόξα Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι
Βιαίοις κρατούμενοι πειρασμοῖς, ὑμίν ὡς προστάταις καταφεύγομεν οἱ πιστοί, Ἀρχάγγελοι θεῖοι, τόν Δεσπότην ἐκτενῶς ἐκδυσωπήσατε.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Γενού μοί, Παρθένε, καταφυγή, λιμήν τέ καί τεῖχος, καί προστάτις ἤ τόν Θεόν, ἐν σαρκί τεκοῦσα, Θεομήτωρ, τόν λυτρωτήν καί Πανοικτήρμονα.

Ὠδή γ΄ Οὐρανίας ἁψίδος
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Δωρεαῖς πολυτρόποις, Ἀγγελικῶν τάξεων, οἴα Ταξιάρχαι, κοσμούμενοι, Ἀρχιστράτηγοι, καθοραίσατε, τάς τοῦ Χριστοῦ Ἐκκλησίας, θεικαῖς λαμπρότησι, ταῖς προστασίαις ὑμῶν.
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Δωρεᾶς μέ ἁγίας, ὡς συμπαθεῖς Ἄγγελοι, νῦν καταξιῶσαι τόν εὐσυμπάθητον δυσωπήσατε, τρόπους ἀσπλάχνους γάρ, καί μοχθηρούς κεκτημένον, μετανοίας τρόποις μέ ἀνακαλέσατε.
Δόξα Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι
Εὐδοκίας ἐν ὄπλω, τό τῶν Πιστῶν πλήρωμα, δόξης Οὐρανίου τῷ κάλλει νῦν στεφανούμενοι, ἐκ περιστάσεως, ὡς εὐκλεεῖς παραστᾶται, τοῦ Θεοῦ λυτρώσασθε, θεῖοι Ἀρχάγγελοι.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν χριστιανος.gr
Ζωῆς τῆς ἀκηράτου, θεία σκηνή γέγονας, μόνη ἐξ΄ αἰῶνος φανεῖσα, Παρθενομήτωρ, Ἁγνή, διο Πανάμωμε, τόν ἐν σκιά τοῦ θανάτου, πρός ζωήν ὁδήγησον.

Ὠδή δ΄ Εἰσακήκοα Κύριε
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Ἡ Δυάς ἡ πρωτεύουσα, τῆς τῶν Ἀρχαγγέλων νῦν ὁμηγύρεως, τούς προστρέχοντας τή σκέπη σου, ἐκ παντός κινδύνου, ἐλευθέρωσον.
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Θεωροί τῆς λαμπρότητος, τῆς Θεαρχικῆς καί Ἀγαδοδότητος, Ἀρχιστράτηγοι, ὑπάρχοντες, δούλους τούς ὑμῶν δεινῶν λυτρώσασθε.
Δόξα Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι
Ἱεραῖς ἐν δεήσεσιν, εὔροιμι ὑμᾶς συλλήπτορας Ἄγγελοι, τήν ψυχήν μου ἐνισχύοντας, καί τόν λογισμόν μου καταυγάζοντας.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Ἱερῶς σέ δοξάζουσι, τά τῶν Ἀσωμάτων θεία στρατεύματα, Θεομήτωρ Πανακήρατε, τόν γάρ Κτίστην τούτων ἀπεκύησας.

Ὠδή ἐ΄ Φώτισον ἠμᾶς
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν χριστιανος.gr
Κύκλω τοῦ Θεοῦ, παρεστῶτες, Ἀρχιστράτηγοι, καί ταῖς ἐκεῖθεν πηγαζούσαις αὐγαῖς, λελαμπρυσμένοι τούς ὑμῶν οἰκέτας διασώσατε.
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Λύτρωσιν ἠμίν, δωρηθῆναι ἱκετεύσατε, τόν Δεσπότην καί Θεόν ἠμῶν, ὡς παραστᾶται τῆς βροτῶν ἀπολυτρώσεως.
Δόξα Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι
Μύστας τῆς σεπτῆς, καί ἀρρήτου Σῶτερ δόξης σου, τούς Ἀρχιστρατήγους ὑπέστησας, τούς σούς οὔν δούλους δί΄ αὐτόν νῦν διαφύλαξον
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Μύρον μυστικόν, ὀνομάζομεν σέ, Παναγνέ, ὡς γεννήσασαν Θεόν ἐν σαρκί, τόν τά εὐώδη ἀναβρύοντα χαρίσματα.

Ὠδή στ΄ Τήν δέησιν
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Νῦν θρόνω τῷ φοβερῶ παρίστασθαι, ἀκλινῶς ἀξιωθέντες, Θεοπται, καί τοῦ φωτός τῆς Ἁγίας Τριάδος, ἐπαπολαύειν πρεσβεύσατε Ἄγγελοι, ρυσθῆναι ἐκ τῶν πειρασμῶν,
τούς τή σκέπη ὑμῶν καταφεύγοντας.
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Ξηράνατε τῶν παθῶν σηπεδόνα καί τῶν νόσων κοπάσατε τόν σάλον, σύν τούτοις δέ, ὤ Ἀρχάγγελοι θεῖοι, καί τά τῆς Πίστεως σκάνδαλα παύσατε, καί ρύσασθε πάντας ἠμᾶς
ταῖς λιταῖς ὑμῶν πάσης αἱρέσεως.
Δόξα Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι
Οἱ ἅγιοι Ταξιάρχαι Ἀγγέλων, παρεστῶτες ἐσαεί τή Τριάδι, καί τῶν φρικτῶν καί ἀρρήτων αὐτοπται, ὡς ὄντες , πάντας, Ἀρχάγγελοι, ρύσασθε, κινδύνων τέ καί πειρασμῶν,
ταῖς ὑμῶν ἰκεσίαις δεόμεθα.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Ὁ ἔμψυχός του Σωτῆρος θάλαμος, ὁ λαμπραῖς τῆς Παρθενίας ἀκτίσι, φωτοειδῶς ὥσπερ κρίνος ἐκλάμπων, τῆς ἀκανθώδους ἐν μέσω συγχύσεως, ἡ Παναγνός καί εὐπρεπής,
Θεοτόκος Παρθένος δοξάζεται.

Πρός τό, Διασωσον…
Ἐκ νόσων καί ἐκ παντοίων κινδύνων ρύσασθε Ταξιάρχαι, τούς πιστῶς τελοῦντας ὑμῶν τήν Σύναξιν, ὡς φύλακες Ὀρθοδόξων προστᾶται.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Κοντάκιον Ἦχος β΄.
Ἀρχιστράτηγοι Θεοῦ, Λειτουργοί θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί καί Ἀρχηγοί Ἀσωμάτων, τό συμφέρον ἠμίν πρεσβεύσατε, καί τό μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Zoom in (real dimensions: 973 x 20)Καί εὐθύς τό Προκείμενον
Ὁ ποιῶν τούς Ἀγγέλους αὐτοῦ Πνεύματα, καί τούς λειτουργούς αὐτοῦ πυρός φλόγα.

Στίχος: Εὐλόγει ἡ ψυχή μου τόν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκᾶν (10, 16-21)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καί ὁ ἀθετῶν ὑμᾶς, ἐμέ ἀθετεῖ, ὁ δέ ἐμέ ἀθετῶν, ἀθετεῖ τόν ἀποστείλαντα μέ. Ὑπέστρεψαν δέ οἱ
Ἑβδομήκοντα μετά χαρᾶς, λέγοντες, ΄ Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἠμίν ἐν τῷ ὀνόματί σου. Εἶπεν δέ αὐτοῖς ἐθεώρουν τόν Σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ
πεσόντα. Ἰδού δίδωμι ὑμίν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίων, καί ἐπί πάσαν τήν δύναμιν τοῦ ἐχθροῦ, καί οὐδέν ὑμᾶς οὐ μή ἀδικήση. Πλήν ἐν τούτω
μή χαίρετε, ὅτι τά πνεύματα ὑμίν ὑποτάσσεται΄ χαίρετε δέ ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτή τή ὥρα ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καί εἶπεν΄
ἐξομολογοῦμαι σοί, Πάτερ, Κύριέ του οὐρανοῦ καί τῆς γής, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλυψας αὐτά νηπίοις΄ ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο
εὐδοκία ἔμπροσθέν σου.

Δόξα Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι
Ταῖς τῶν Ἀσωμάτων πρεσβεῖες Ἐλεῆμον, ἑξάληψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Ταῖς τῆς Θεοτόκου πρεσβεῖες Ἐλεῆμον, ἑξάληψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Καί τό παρόν Προσόμοιον
Στίχος: Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα Ἔλεός Σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἑξάλειψον τό ἀνόμημά μου

Παύασατε τήν ἕφοδον, ὤ Πρωτοστᾶται Ἀγγέλων, Μιχαήλ θαυμάσιε, Γαβριήλ θειότατε, τῶν αἱρέσεων, καί ταχύ σώσατε, ἐκ νόσων παντοίων, καί τόν σάλον διαιρέσεων,
καταπραύνατε, καί κινδύνων ρύσασθαι καί τῶν θλίψεων, λιταῖς ὑμῶν, Ἀρχάγγελοι, πάντας τούς ὑμᾶς ἀναμέλποντας, καί τή θεία σκέπη, ὑμῶν προσπεσφευγότας εὐλαβῶς,
καί τῶν δεινῶν της κολάσεως, θεῖοι Νόες σώσατε.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄ Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Πολυποίκιλον χάριν, Ἀρχιστράτηγοι θεῖοι, ὑμίν δεδώρηται, ὁ πάντων εὐεργέτης, οὐ νῦν τήν Ἐκκλησίαν, διασώτατε ψάλλουσαν΄ ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν χριστιανος.gr
Ρώμη τοῦ Παντεπόπτου, δυναμούμενοι πάντα, τῆς γής τά πέρατα, τρανῶς περισκοπεῖτε, καί πάντας τούς ἐν πίστει περισώζετε ψάλλοντας΄ ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Δόξα Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι
Σύν Αὔλοις Ἀγγέλοις, τῶν πιστῶν αἵ χορεῖαι δεῦτε τιμήσωμεν, τήν αἴσιον ἡμέραν, τῆς μνήμης ἐκτελοῦντες, τῶν Θεοῦ Ἀρχαγγέλων πιστῶς, καί ἐκβοῶντες αὐτοῖς, ρύσασθε
ἠμᾶς νόσων.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Σωτηρίας λιμένα, Θεοτόκε Παρθένε, σέ νῦν γνωρίζοντες, τοῦ βίου τούς κινδύνους, ἐκφεύγομεν καί ζάλας, τῷ Υἱῶ σου κραυγάζοντες΄ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.

Ὠδή ἡ΄ Τόν Βασιλέα
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Τούς παραστάτας καί ὑμνωδούς τῆς ἀφράστου, Ἀρχαγγέλους δόξης σου προσδέχου, σέ νῦν δυσωπούντας, ὑπέρ ἠμῶν, Παντάναξ.
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Ὕμνους ἀπαύστως, ὤ Ἀρχάγγελοι θεῖοι, τῷ Θεῶ προσφέροντες τῶν ὅλων, μέμνησθε τῶν πίστει ὑμᾶς ὑμνολογούντων.
Δόξα Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι χριστιανος.gr
Φῶτα, ὤ θεῖοι Ἀρχιστράτηγοι, ὄντες, τῆς θεότητος παρακαλοῦμεν πάντας, φωτός Οὐρανίου ἐμπλήσατε καί δόξης.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Φαεινοτάταις σου ἀστραπαῖς, Θεομήτωρ, τούς πιστῶς εἰδότας σέ φαιδρύνεις, τήν τιμιωτέραν τῶν Οὐρανίων Νόων.

Ὠδή θ΄ Κυρίως Θεοτόκον
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Χορείας Ἀσωμάτους, νῦν τήν Ἐκκλησίαν, δί΄ ἀρετῆς μιμουμένην σύ λάμπρυνον, περιτειχίζων, Παντάναξ, αὐτήν Ἀγγέλοις σου.
Ἅγιοι Ἀρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἠμῶν
Ψυχῶν τήν σωτηρίαν, Θεοῦ Ταξιάρχαι, πάσιν ὑμίν τοῖς τιμῶσι δωρήσασθε, τήν φαιδροτάτην ἠμῶν καί θείαν πανήγυριν.
Δόξα Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι
Ὡς φύλακας τοῦ Κόσμου, καί τῶν Ὀρθοδόξων, καί Ἀρχιστράτηγοι θείων δυνάμεων, ρύσασθε νόσων ἠμᾶς καί κακώσεων.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Ὡς Λυκαυγές ὡς ὄρθος, πάσι τοῖς ἐν σκότει ἑξανατείλασα, Ἄχραντε, πρέσβευε Χριστῷ, φωτίσαι τούς ἐν πίστει ἀεί ὑμνοῦντας σέ.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Καί τά ἀκόλουθα Μεγαλυνάρια
Σκέπε, φρούρει, φύλαττε, σαῖς λιταῖς, Ἀρχάγγελε θεῖε, Ἀστραπόμορφε Μιχαήλ, τούς πίστει σέ τιμώντας καί γεραίροντας πόθω, ὡς πρῶτον τῶν Ἀγγέλων καί Ἀρχιστράτηγον.
Πάρεσο προστάτης πάσιν ἠμίν, ἐν παντί τῷ βίω καί ἐν ὥρα τή φοβερά, τοῦ πικροῦ θανάτου, βοήθει θεῖε Νόε, Ἀρχάγγελε Κυρίου Μιχαήλ ἀξιύμνητε.
Ξυνωρίς ἀοίδιμε, καί Δυάς, ἄυλε καί θεία, διασώσατε τούς πιστῶς, ὑμᾶς εὐφημούντας, ἐκ παντίων κινδύνων, Ἀρχάγγελοι Κυρίου, Μιχαήλ καί Γαβριήλ.
Ἀρχάγγελοι, Ἄγγελοι καί Ἀρχαί, Δυνάμεις καί Θρόνοι, Κυριότητες, Σεραφείμ, σεπταί Ἐξουσίαι καί Χερουβείμ οἱ θεῖοι, ὑπέρ ἠμῶν τόν Κτίστην καθικετεύσατε.
Τήν ὑψηλοτέραν τῶν Οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην, ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ Κόσμου, ὕμνοις τιμήσωμεν.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκον Ἦχος δ΄.
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς, ἠμεῖς οἱ ἀνάξιοι, ἴνα ταῖς ὑμῶν δεήσεσι τειχίσητε ἠμᾶς, σκέπη τῶν πτερύγων τῆς αὔλου ὑμῶν δόξης, φρουροῦντες
ἠμᾶς προσπίπτοντας, ἐκτενῶς καί βοώντας. Ἐκ τῶν κινδύνων λυτρώσασθε ἠμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων

Ἀπόλυσις καί ψάλλομεν τά ἑξῆς:
Ἦχος β΄ Ὄτε ἐκ τοῦ ξύλου
Δεῦτε ἐν ὠδαῖς Πνευματικαῖς, Νόων Ἀσωμάτων τῶν θείων, Ἀρχιστρατήγους κλεινούς, πόθω ἀνυμνήσωμεν πρός αὐτούς λέγοντες Μιχαήλ ὑπερένδοξε καί Γαβριήλ θεῖε,
σώσατε Πανάγιοι, τούς Ὀρθοδόξους ἠμᾶς, νόσων τέ παθῶν καί κινδύνων, ταῖς ταῖς ὑμῶν, θεῖοι Νόες, καί πρός τρίβους σωτηρίας ὁδηγήσατε.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

1,164 συνολικά, 2  σήμερα